Categories
Matthew

Matthew 8:15

καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ.

And he touched her hand, and the fever left her, and she arose, and ministered to him.

SYNOPTIC GOSPELS

Mark 1:31

Καὶ προσελθὼν ἤγειρεν αὐτὴν, κρατήσας τῆς χειρὸς αὐτῆς· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός εὐθὲως· καὶ διηκόνει αὐτοῖς.

Luke 4:39

Καὶ ἐπιστὰς ἐπάνω αὐτῆς, ἐπετίμησε τῷ πυρετῷ· καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.

 

Categories
Matthew

Matthew 8:14

Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν·

And when Jesus came into Peter’s house, he saw his (Peter’s) mother-in-law lying down sick with a fever.

SYNOPTIC GOSPELS

Mark 1:29 

Καὶ εὐθέως ἐκ τῆς συναγωγῆς ἐξελθόντες, ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου.

Mark 1:30

Ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα· καὶ εὐθὲως λέγουσιν αὐτῷ περὶ αὐτῆς.

 

Luke 4:38

Ἀναστὰς δὲ ἐκ τῆς συναγωγῆς, εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος· πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ· καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς.

 

Categories
Matthew

Matthew 8:13

Kαὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ· Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. Kαὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.

And Iesus said to the centurion, “Go, it will be done to you just as you have believed.” And his servant was healed at that very hour.

Categories
Matthew

Matthew 8:12

Oἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

But the sons of the kingdom will be thrown out into outer darkness. There will be weeping and gnashing of teeth.

Categories
Matthew

Matthew 8:11

Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν·

And I say to you that many will come from the east and the west, and will sit down with Abraham, and Isaac, and Jacob, in the Kingdom of Heaven.

Categories
Matthew

Matthew 8:10

Ἀκούσας δὲ ὁ Ἰησοῦς, ἐθαύμασε, καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.

When Iesus heard it, he marveled, and said to those who followed, “Amen I say to you, I have not found such great faith in Israel.”

Categories
Matthew

Matthew 8:9

καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας· καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ.

For I also am a man under authority, having soldiers under me, and I say to this one, ‘Go,’ and he goes, and to another, ‘Come,’ and he comes, and to my servant, ‘Do this,’ and he does it.

Categories
Matthew

Matthew 8:8

Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου,

The centurion answered and said, “Lord, I am not worthy for you to come under my roof, but just say in word, and my servant will be healed,”

Categories
Matthew

Matthew 8:7

Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.

And Iesus said to him, “I will come and heal him.”

Categories
Matthew

Matthew 8:6

Kαὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.

And saying, “Lord, my servant is lying at home paralyzed, grievously tormented.”