Categories
Matthew

Matthew 4:16

ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδεν φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.

The people who sat in darkness saw a great light, and those who were sitting in the region and shadow of death, a light has risen to them.

Categories
Matthew

Matthew 4:15

γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν,

The land of Zebulun, and the land of Naphtali, by the way of the sea, beyond Jordan, Galilee of the Gentiles,

Categories
Matthew

Matthew 4:14

ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος·

That it might be fulfilled which was spoken by Isaiah the prophet, saying,

Categories
Matthew

Matthew 4:13

Kαὶ καταλιπὼν τὴν Ναζαρὲθ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ·

And leaving Nazareth, he came to dwell in Capernaum by the sea, in the region of Zebulun and Naphtali.

* sea or lake

Categories
Matthew

Matthew 4:12

Ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.

Now when Jesus heard that John had been arrested, he departed to Galilee.

SYNOPTIC GOSPELS

Mark 1:14

Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦ·

Now after John was arrested, Jesus came to Galilee, preaching the gospel of the kingdom of God;

Luke 4:14

Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν· καὶ φήμη ἐξῆλθε καθ’ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ.

 

 

Categories
Matthew

Matthew 4:11

Τότε ἀφίησιν αὐτὸν ὁ Διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.

Then the Devil left him, and behold, angels came and ministered to him.

SYNOPTIC GOSPELS

Luke 4:13

Καὶ συντελέσας πάντα πειρασμὸν ὁ Διάβολος, ἀπέστη ἀπ’ αὐτοῦ ἄχρι καιροῦ.

 

 

Categories
Matthew

Matthew 4:10

Tότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ὕπαγε ὀπίσω μου Σατανᾶ· γέγραπται γάρ, Kύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.

Then Iesus said to him, “Go away from Me, Satan; for it is written, ‘You shall worship the LORD your God, and Him only shall you serve.’”

SYNOPTIC GOSPELS

Luke 4:8

Καὶ ἀποκριθεὶς αὐτῷ, εἶπεν ὁ Ἰησοῦς· ὑπαγε ὀπίσω μου, Σατανᾶ· γέγραπται γὰρ· προσκυνήσεις Κύριον τὸν Θεόν σου, καὶ αὐτῷ μόνῳ λατρεύσεις.

 

 

Categories
Matthew

Matthew 4:9

καὶ λέγει αὐτῷ· ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.

and he says to him, “All these things I will give you, if you will fall down and worship me.”

SYNOPTIC GOSPELS

Luke 4:6

καὶ εἶπεν αὐτῷ ὁ διάβολος· σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν, καὶ τὴν δόξαν αὐτῶν· ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧ ἐὰν θέλω, δίδωμι αὐτήν.

Luke 4:7

Σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα.

 

 

 

Categories
Matthew

Matthew 4:8

Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν,

Again, the Devil took him up to a very high mountain, and showed him all the kingdoms of the world, and their glory,

SYNOPTIC GOSPELS

Luke 4:5

Καὶ ἀναγαγὼν αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν, ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου·

 

Categories
Matthew

Matthew 4:7

ἔφη αὐτῷ ὁ Ἰησοῦς· πάλιν γέγραπται, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.

Jesus said to him, “Again it is written, ‘You shall not tempt the LORD your God.’”

SYNOPTIC GOSPELS

Luke 4:12

Καὶ ἀποκριθεὶς, εἶπεν αὐτῷ ὁ Ἰησοῦς· ὅτι εἴρηται· οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.