Categories
Matthew

Matthew 4:6

καὶ λέγει αὐτῷ, εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ· καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.

and he said to him, “If you are the Son of God, throw yourself down; for it is written, ‘He shall command His angels concerning you, and in their hands they will bear you up, lest at any time you dash your foot against a stone.’”

SYNOPTIC GOSPELS

Luke 4:9 

Καὶ ἤγαγεν αὐτὸν εἰς Ἰερουσαλὴμ, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·

Luke 4:10

γέγραπται γὰρ· ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε.

Luke 4:11

Καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.

 

 

Categories
Matthew

Matthew 4:5

Τότε παραλαμβάνει αὐτὸν ὁ Διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,

Then the Devil took him to the holy city, and had him stand on a pinnacle of the temple,

SYNOPTIC GOSPELS

Luke 4:9 

Καὶ ἤγαγεν αὐτὸν εἰς Ἰερουσαλὴμ, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·

Categories
Matthew

Matthew 4:4

Ὁ δὲ ἀποκριθεὶς εἶπε· γέγραπται, οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.

But he answered and said, “It is written, ‘Man shall not live by bread alone, but by every word that proceeds from the mouth of God.’”

SYNOPTIC GOSPELS

Luke 4:4

Καὶ ἀπεκρίθη Ἰησοῦς πρὸς αὐτὸν, λέγων· γέγραπται, ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι Θεοῦ.

 

 

Categories
Matthew

Matthew 4:3

Kαὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν, εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.

And when the tempter came, he said to him, “If you are the Son of God, tell these stones to become bread.”

SYNOPTIC GOSPELS

Luke 4:3

Καὶ εἶπεν αὐτῷ ὁ διάβολος· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.

 

 

Categories
Matthew

Matthew 4:2

Kαὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα, ὕστερον ἐπείνασε.

And when he had fasted forty days and forty nights, he was afterward hungry.

SYNOPTIC GOSPELS

Luke 4:2

ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ συντελεσθεισῶν αὐτῶν, ὕστερον ἐπείνασε.

Mark 1:13

Καὶ ἦν ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα, πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ. καὶ ἦν μετὰ τῶν θηρίων· καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.

And he was there in the wilderness for forty days, being tempted by Satan. And he was with the wild beasts; and the angels were ministering to him.

 

 

Categories
Matthew

Matthew 4:1

Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.

Then Jesus was led up by the Spirit into the desert to be tempted by the Devil.

SYNOPTIC GOSPELS

Mark 1:12

Καὶ εὐθὺς τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.

And immediately the Spirit drove him out into the desert.

 

Luke 4:1

Ἰησοῦς δὲ Πνεύματος ἁγίου πλήρης ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου· καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τήν ἐρήμον,

 

 

 

 

 

Categories
Matthew

Matthew 3:17

καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

and behold a voice from heaven, saying, “This is my Son the beloved, in whom I am well pleased.”

SYNOPTIC GOSPELS

Mark 1:11

Καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ὦ εὐδόκησα.

 

Luke 3:22

καὶ καταβῆναι τὸ Πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερὰν, ἐπ’ αὐτόν· καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι, λέγουσαν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.

 

 

Categories
Matthew

Matthew 3:16

Kαὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδού, ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ’ αὐτόν·

And when he had been baptized, Iesus came up immediately out of the water; and behold, the heavens were opened to him, and he saw the Spirit of God descending like a dove and alighting on him;

SYNOPTIC GOSPELS

Mark 1:9

Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην.

 

Mark 1:10

Καὶ εὐθὲως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανοὺς, καὶ τὸ Πνεῦμα ὡσεὶ περιστερὰν, καταβαῖνον ἐπ’ αὐτόν.

 

Luke 3:21

Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν, καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου, ἀνεῳχθῆναι τὸν οὐρανὸν·

 

Categories
Matthew

Matthew 3:15

Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Τότε ἀφίησιν αὐτόν.

And Jesus answered, he said to him, “Let it be so now, for it is proper for us to fulfill all righteousness.” Then he permitted him.

Categories
Matthew

Matthew 3:14

Ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ πρός με;

But John prevented him, saying, “I need to be baptized by you, and you have come to me?”