Categories Mark Mark 7:10 Post author By mark Post date March 13, 2020 Μωσῆς γὰρ εἶπε· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί, ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω.
Categories Mark Mark 7:9 Post author By mark Post date March 13, 2020 Καὶ ἔλεγεν αὐτοῖς· καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε.
Categories Mark Mark 7:8 Post author By mark Post date March 13, 2020 Ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων· καὶ ἀλλὰ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
Categories Mark Mark 7:7 Post author By mark Post date March 13, 2020 Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
Categories Mark Mark 7:6 Post author By mark Post date March 13, 2020 Ὁ δὲ ἀποκριθεὶς, εἶπεν αὐτοῖς· ὅτι καλῶς προεφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν· ὡς γέγραπται· οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῥῤω ἀπέχει ἀπ’ ἐμοῦ.
Categories Mark Mark 7:5 Post author By mark Post date March 13, 2020 Ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ φαρισαῖοι καὶ οἱ γραμματεῖς· διὰ τί οἱ μαθηταί σου οὐ περιπατοῦσι κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον;
Categories Mark Mark 7:4 Post author By mark Post date March 13, 2020 καὶ ἀπό ἀγορᾶς, ἐὰν μὴ βαπτίσωνται, οὐκ ἐσθίουσι· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων καὶ κλινῶν.
Categories Mark Mark 7:3 Post author By mark Post date March 13, 2020 Οἱ γὰρ φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων·
Categories Mark Mark 7:2 Post author By mark Post date March 13, 2020 καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ κοιναῖς χερσί, τοῦτ’ ἔστιν ἀνίπτοις, ἐσθίοντας ἄρτους ἐμέμψαντο.
Categories Mark Mark 7:1 Post author By mark Post date March 13, 2020 Καὶ συνάγονται πρὸς αὐτὸν οἱ φαρισαῖοι, καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων·