Categories Mark Mark 6:56 Post author By mark Post date March 11, 2020 Καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας, ἢ πόλεις ἢ ἀγροὺς, ἐν ταῖς ἀγοραῖς ἐτίθουν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἤπτοντο αὐτοῦ, ἐσῴζοντο.
Categories Mark Mark 6:55 Post author By mark Post date March 11, 2020 περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην, ἤρξαντο ἐπὶ τοῖς κραββάτοις τοὺς κακῶς ἔχοντας περιφέρειν, ὅπου ἤκουον ὅτι ἐκεῖ ἐστι.
Categories Mark Mark 6:54 Post author By mark Post date March 11, 2020 Καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου, εὐθὲως ἐπιγνόντες αὐτὸν,
Categories Mark Mark 6:53 Post author By mark Post date March 11, 2020 Καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν Γεννησαρέτ· καὶ προσωρμίσθησαν.
Categories Mark Mark 6:52 Post author By mark Post date March 11, 2020 Οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις· ἦν γὰρ αὐτῶν ἡ καρδία πεπωρωμένη.
Categories Mark Mark 6:51 Post author By mark Post date March 11, 2020 Καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον· καὶ ἐκόπασεν ὁ ἄνεμος· καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο, καὶ ἐθαύμαζον·
Categories Mark Mark 6:50 Post author By mark Post date March 11, 2020 πάντες γὰρ αὐτὸν εἶδον, καὶ ἐταράχθησαν. Καὶ εὐθὲως ἐλάλησε μετ’ αὐτῶν, καὶ λέγει αὐτοῖς· θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε.
Categories Mark Mark 6:49 Post author By mark Post date March 11, 2020 Οἱ δὲ, ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἔδοξαν φάντασμά εἶναι, καὶ ἀνέκραξαν·
Categories Mark Mark 6:48 Post author By mark Post date March 11, 2020 Καὶ εἶδεν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν· ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς· καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς, περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελε παρελθεῖν αὐτούς.
Categories Mark Mark 6:47 Post author By mark Post date March 11, 2020 Καὶ ὀψίας γενομένης, ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.