Categories
Mark

Mark 14:49

Καθ’ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. ἀλλ’ ἵνα πληρωθῶσιν αἱ γραφαί.

Categories
Mark

Mark 14:48

Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπεν αὐτοῖς· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με;

Categories
Mark

Mark 14:47

Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν, ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.

Categories
Mark

Mark 14:46

Οἱ δὲ ἐπέβαλον ἐπ’ αὐτόν τὰς χεῖρας αὑτῶν· καὶ ἐκράτησαν αὐτὸν.

Categories
Mark

Mark 14:45

Καὶ ἐλθὼν, εὐθὲως προσελθὼν αὐτῷ, λέγει αὐτῷ· ῥαββί, ῥαββί· καὶ κατεφίλησεν αὐτόν.

Categories
Mark

Mark 14:44

Δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς, λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτὸν, καὶ ἀπαγάγετε ἀσφαλῶς.

Categories
Mark

Mark 14:43

Καὶ εὐθὲως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας, εἷς ὢν τῶν δώδεκα. καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων.

Categories
Mark

Mark 14:42

Ἐγείρεσθε, ἄγωμεν· ἰδού, ὁ παραδιδούς με ἤγγικε.

Categories
Mark

Mark 14:41

Καὶ ἔρχεται τὸ τρίτον, καὶ λέγει αὐτοῖς· καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε· ἀπέχει, ἦλθεν ἡ ὥρα· ἰδού, παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν.

Categories
Mark

Mark 14:40

Καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν βεβαρήμενοι, καὶ οὐκ ᾔδεισαν τί αὐτῷ ἀποκριθῶσι.