Categories
Mark

Mark 14:39

Καὶ πάλιν ἀπελθὼν προσηύξατο, τὸν αὐτὸν λόγον εἰπών.

Categories
Mark

Mark 14:38

Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.

Categories
Mark

Mark 14:37

Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας· καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι;

Categories
Mark

Mark 14:36

Καὶ ἔλεγεν· ἀββᾶ ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον ἀπ’ ἐμοῦ τοῦτο· ἀλλ’ οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ.

Categories
Mark

Mark 14:35

Καὶ προσελθὼν μικρὸν, ἔπεσεν ἐπὶ τῆς γῆς· καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ’ αὐτοῦ ἡ ὥρα·

Categories
Mark

Mark 14:34

Καὶ λέγει αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε, καὶ γρηγορεῖτε.

Categories
Mark

Mark 14:33

Καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μεθ’ ἑαυτοῦ· καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν.

Categories
Mark

Mark 14:32

Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ· καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· καθίσατε ὧδε ἕως προσεύξωμαι.

Categories
Mark

Mark 14:31

Ὁ δὲ ἐκ περισσοῦ ἔλεγε μᾶλλον· ἐὰν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσωμαι. Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.

Categories
Mark

Mark 14:30

Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι, ὅτι σύ, σήμερον ἐν τῇ νυκτὶ ταύτῃ, πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρίς ἀπαρνήσῃ με.