Categories
Author: mark
Categories
Mark 14:58
ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος· ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον, καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.
Categories
Mark 14:57
Καί τινες ἀναστάντες, ἐψευδομαρτύρουν κατ’ αὐτοῦ, λέγοντες·
Categories
Mark 14:56
Πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ’ αὐτοῦ· καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.
Categories
Mark 14:55
Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν, εἰς τὸ θανατῶσαι αὐτόν· καὶ οὐχ εὕρισκον.
Categories
Mark 14:54
Καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν, καὶ θερμαινόμενος πρὸς τὸ φῶς.
Categories
Mark 14:53
Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.
Categories
Mark 14:52
ὁ δὲ καταλιπὼν τὴν σινδόνα, γυμνὸς ἔφυγεν ἀπ’ αὐτῶν.
Categories
Mark 14:51
Καὶ εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ· καὶ κρατοῦσιν αὐτόν οἱ νεανίσκοι·
Categories