Categories
Matthew

Matthew 24:23

Τότε ἐάν τις ὑμῖν εἴπῃ· ἰδού ὧδε ὁ Χριστός, ἤ ὧδε· μὴ πιστεύσητε.

Categories
Matthew

Matthew 24:22

Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.

Categories
Matthew

Matthew 24:21

Ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδ οὐ μὴ γένηται.

Categories
Matthew

Matthew 24:20

Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος, μηδὲ σαββάτῳ.

Categories
Matthew

Matthew 24:19

Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.

Categories
Matthew

Matthew 24:18

καὶ ὁ ἐν τῷ ἀγρῷ, μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ.

Categories
Matthew

Matthew 24:17

ὁ ἐπὶ τοῦ δώματος, μὴ καταβαινέτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ·

Categories
Matthew

Matthew 24:16

Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπί τὰ ὄρη·

Categories
Matthew

Matthew 24:15

Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, ἑστὼς ἐν τόπῳ ἁγίῳ· ὁ ἀναγινώσκων νοείτω.

Categories
Matthew

Matthew 24:14

Καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ, εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι· καὶ τότε ἥξει τὸ τέλος.