Categories
Matthew

Matthew 24:13

Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Categories
Matthew

Matthew 24:12

Καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.

Categories
Matthew

Matthew 24:11

Καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται, καὶ πλανήσουσι πολλούς.

Categories
Matthew

Matthew 24:10

Καὶ τότε σκανδαλισθήσονται πολλοὶ· καὶ ἀλλήλους παραδώσουσι, καὶ μισήσουσιν ἀλλήλους.

Categories
Matthew

Matthew 24:9

Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν, καὶ ἀποκτενοῦσιν ὑμᾶς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου.

Categories
Matthew

Matthew 24:8

Πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.

Categories
Matthew

Matthew 24:7

Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· καὶ ἔσονται λιμοὶ καὶ λοιμοί, καὶ σεισμοὶ κατὰ τόπους.

Categories
Matthew

Matthew 24:6

Μελλήσετε δὲ ἀκούειν πολέμους, καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι· ἀλλ’ οὔπω ἐστὶ τὸ τέλος.

Categories
Matthew

Matthew 24:5

Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· ἐγώ εἰμι ὁ Χριστός· καὶ πολλοὺς πλανήσουσι.

Categories
Matthew

Matthew 24:4

Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ.