Categories
Matthew

Matthew 3:8

ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας·

Therefore, bear fruit in keeping with repentance.

SYNOPTIC GOSPELS

Luke 3:8

Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.

 

 

Categories
Matthew

Matthew 3:7

Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ εἶπεν αὐτοῖς· γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;

But when he saw many of the Pharisees and Sadducees come to his baptism, he said to them, “O generation of vipers, who warned you to flee from the coming wrath?

SYNOPTIC GOSPELS

Luke 3:7 

Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ’ αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;

 

 

 

Categories
Matthew

Matthew 3:6

καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ὑπ’ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.

And they were baptized by him in Jordan, confessing their sins.

Categories
Matthew

Matthew 3:5

Tότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου,

Then went out to him Jerusalem, and all Judea, and all the region around Jordan,

* Then went out to him (the people of) Jerusalem, and all Judea, and all the region around Jordan,

Categories
Matthew

Matthew 3:4

Aὐτὸς δὲ ὁ Ἰωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ αὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον.

And this John had his clothes made of camel’s hair, and a leather belt was around his waist, and his food was locusts and wild honey.

Categories
Matthew

Matthew 3:3

Oὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ὑπὸ Ἠσαΐου τοῦ προφήτου λέγοντος, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Kυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.

For this is he who was spoken of by the prophet Isaiah, saying, “The voice of one crying in the desert, Prepare the way of the LORD, make straight His paths.

SYNOPTIC GOSPELS

Luke 3:4

ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου, λέγοντος· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.

 

 

 

Categories
Matthew

Matthew 3:2

καὶ λέγων· μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.

and saying, “Repent; for the kingdom of Heaven is near.”

SYNOPTIC GOSPELS

Luke 3:3

Καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν·

 

 

Categories
Matthew

Matthew 3:1

Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας

And in those days John the Baptizer came, preaching in the desert of Judea,

Luke 3:2

ἐπ’ ἀρχιερέως Ἄννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ.

Categories
Matthew

Matthew 2:23

καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.

and he came and dwelt in a city called Nazareth; so that it might be fulfilled what was spoken by the prophets, “He shall be called a Nazarene.”

Categories
Matthew

Matthew 2:22

Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ’ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας·

But when he heard that Archelaus was reigning in Iudea instead of his father Herod, he was afraid to go there; and after being warned in a dream, he departed into the regions of Galilee,