Categories Luke Luke 7:19 Post author By luke Post date March 30, 2020 Καί προσκαλεσάμενος δύο τινάς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης, ἔπεμψε πρὸς τὸν Ἰησοῦν, λέγων· σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;
Categories Luke Luke 7:18 Post author By luke Post date March 30, 2020 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων.
Categories Luke Luke 7:17 Post author By luke Post date March 30, 2020 Καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ, καὶ ἐν πάσῃ τῇ περιχώρῳ.
Categories Luke Luke 7:16 Post author By luke Post date March 30, 2020 Ἔλαβε δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν Θεὸν, λέγοντες· ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.
Categories Luke Luke 7:15 Post author By luke Post date March 30, 2020 Καὶ ἀνεκάθισεν ὁ νεκρὸς, καὶ ἤρξατο λαλεῖν· καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.
Categories Luke Luke 7:14 Post author By luke Post date March 30, 2020 Καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.
Categories Luke Luke 7:13 Post author By luke Post date March 30, 2020 Καὶ ἰδὼν αὐτὴν ὁ κύριος, ἐσπλαγχνίσθη ἐπ’ αὐτῇ, καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε.
Categories Luke Luke 7:12 Post author By luke Post date March 30, 2020 Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδού, ἐξεκομίζετο τεθνηκὼς, υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη χήρα· καὶ ὄχλος τῆς πόλεως ἱκανὸς σὺν αὐτῇ.
Categories Luke Luke 7:11 Post author By luke Post date March 30, 2020 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς, ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ, καὶ ὄχλος πολύς.
Categories Luke Luke 7:10 Post author By luke Post date March 30, 2020 Καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον, εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα.