Categories
Luke

Luke 7:9

Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς, ἐθαύμασεν αὐτόν· καὶ στραφεὶς, τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπε· λέγω ὑμῖν, οὔτε ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.

Categories
Luke

Luke 7:8

Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας· καὶ λέγω τούτῳ· πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ· ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου· ποίησον τοῦτο, καὶ ποιεῖ.

Categories
Luke

Luke 7:7

διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλ’ εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.

Categories
Luke

Luke 7:6

Ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους, λέγων αὐτῷ· κύριε, μὴ σκύλλου· οὐ γὰρ εἰμι ἱκανός ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·

Categories
Luke

Luke 7:5

ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.

Categories
Luke

Luke 7:4

Οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν, παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες· ὅτι ἄξιός ἐστιν ᾧ παρέξει τοῦτο·

Categories
Luke

Luke 7:3

Ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν, ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.

Categories
Luke

Luke 7:2

Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων, ἔμελλε τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος.

Categories
Luke

Luke 7:1

Ἐπει δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ.

Categories
Luke

Luke 6:49

Ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας, ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου· ᾗ προσέῤῥηξεν ὁ ποταμός. καὶ εὐθὲως ἔπεσε, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.