Categories
Mark

Mark 4:30

Καὶ ἔλεγε· Τίνι ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ; ἢ ἐν ποὶα παραβολῇ παραβάλωμεν αὐτὴν;

 

Categories
Mark

Mark 4:29

Ὅταν δὲ παραδῷ ὁ καρπός, εὐθέως ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.

Categories
Mark

Mark 4:28

Αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτονἐν τῷ στάχυϊ.

Categories
Mark

Mark 4:27

Καὶ καθεύδῃ, καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν· καὶ ὁ σπόρος βλαστάνῃ, καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός.

Categories
Mark

Mark 4:26

Καὶ ἔλεγεν· Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡς ἐάν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς·

Categories
Mark

Mark 4:25

Ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.

Categories
Mark

Mark 4:24

Καὶ ἔλεγεν αὐτοῖς· Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν·

Categories
Mark

Mark 4:23

Εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω.

Categories
Mark

Mark 4:22

Οὐ γάρ ἐστι τί κρυπτὸν ὁ ἐὰν μὴ φανερωθῇ· οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ’ ἵνα εἰς φανερόν ἔλθῃ.

 

Categories
Mark

Mark 4:21

Καὶ ἔλεγεν αὐτοῖς· Μήτι ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ, ἢ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ;