Categories
Mark

Mark 4:40

Καὶ εἶπεν αὐτοῖς· Τί δειλοί ἐστε οὕτω; πῶς οὐκ ἔχετε πίστιν;

Categories
Mark

Mark 4:39

Καὶ διεγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ, καὶ εἶπε τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.

Categories
Mark

Mark 4:38

Καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ διεγείρουσιναὐτὸν, καὶ λέγουσιν αὐτῷ· Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;

Categories
Mark

Mark 4:37

Καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη τὰ δὲ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε αὐτό ἤδη γεμίζεσθαι.

Categories
Mark

Mark 4:36

Καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ· καὶ ἄλλα δὲ πλοιάρια ἦν μετ’ αὐτοῦ.

Categories
Mark

Mark 4:35

Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίας γενομένης· Διέλθωμεν εἰς τὸ πέραν.

Categories
Mark

Mark 4:34

Χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς. κατ’ ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπέλυε πάντα.

Categories
Mark

Mark 4:33

Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἐδύναντο ἀκούειν.

Categories
Mark

Mark 4:32

Καὶ ὅταν σπαρῇ, ἀναβαίνει, καὶ γίνεται πάντων τῶν λαχάνων μείζων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.

Categories
Mark

Mark 4:31

Ὡς κόκκον σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερος πάντων τῶν σπερμάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς·