Categories
Category: Matthew
Gospel According To Matthew
Categories
Matthew 19:17
Ὁ δὲ εἰπεν αὐτῷ· τί με λέγεις ἀγαθον; οὐδεὶς ἀγαθός εἰ μὴ εἷς, ὅ Θεός· εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωὴν, τήρησον τὰς ἐντολάς.
Categories
Matthew 19:16
Καὶ ἰδού εἷς προσελθὼν εἶπεν αὐτῷ· διδάσκαλε ἀγαθε, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον;
Categories
Matthew 19:15
Καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας, ἐπορεύθη ἐκεῖθεν.
Categories
Matthew 19:14
Ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.
Categories
Matthew 19:13
Τότε προσηνέχθη αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς, καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
Categories
Matthew 19:12
Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτω· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· ὁ δυνάμενος χωρεῖν, χωρείτω.
Categories
Matthew 19:11
Ὁ δὲ εἶπεν αὐτοῖς· οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ’ οἷς δέδοται.
Categories
Matthew 19:10
Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.
Categories