Categories
Matthew

Matthew 19:8

Λέγει αὐτοῖς· ὅτι Μωσῆς, πρὸς τὴν σκληροκαρδίαν ὑμῶν, ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτω.

Categories
Matthew

Matthew 19:7

Λέγουσιν αὐτῷ· τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου, καὶ ἀπολῦσαι αὐτήν;

Categories
Matthew

Matthew 19:6

Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία· ὃ οὖν ὁ Θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.

Categories
Matthew

Matthew 19:5

Καὶ εἶπεν· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.

Categories
Matthew

Matthew 19:4

Ὁ δὲ ἀποκριθεὶς, εἶπεν αὐτοῖς· οὐκ ἀνέγνωτε, ὅτι ὁ ποιήσας ἀπ’ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς;

Categories
Matthew

Matthew 19:3

Καὶ προσῆλθον αὐτῷ οἱ Φαρισαῖοι, πειράζοντες αὐτὸν, καὶ λέγοντες αὐτῷ· εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;

Categories
Matthew

Matthew 19:2

Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί· καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.

Categories
Matthew

Matthew 19:1

Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.

Categories
Matthew

Matthew 18:35

Οὕτω καὶ ὁ Πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.

Categories
Matthew

Matthew 18:34

Καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ.