Categories
Mark

Mark 14:69

Καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν, ἤρξατο λέγειν τοῖς παρεστηκόσιν· ὅτι οὗτος ἐξ αὐτῶν ἐστιν.

Categories
Mark

Mark 14:68

Ὁ δὲ ἠρνήσατο, λέγων· οὐκ οἶδα, οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις. Καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον· καὶ ἀλέκτωρ ἐφώνησε.

Categories
Mark

Mark 14:67

καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ, λέγει· καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ Ἰησοῦ ἦσθα.

Categories
Mark

Mark 14:66

Καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῇ κάτω, ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως·

Categories
Mark

Mark 14:65

Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ, καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ, καὶ κολαφίζειν αὐτὸν, καὶ λέγειν αὐτῷ· προφήτευσον· καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλλον.

Categories
Mark

Mark 14:64

Ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; Οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου.

Categories
Mark

Mark 14:63

Ὁ δὲ ἀρχιερεὺς διαῤῥήξας τοὺς χιτῶνας αὐτοῦ, λέγει· τί ἔτι χρείαν ἔχομεν μαρτύρων;

Categories
Mark

Mark 14:62

Ὁ δὲ Ἰησοῦς εἶπεν· ἐγώ εἰμι. καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως, καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ.

Categories
Mark

Mark 14:61

Ὁ δὲ ἐσιώπα, καὶ οὐδέν ἀπεκρίνατο. Πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν, καὶ λέγει αὐτῷ· σὺ εἶ ὁ χριστὸς, ὁ υἱὸς τοῦ εὐλογητοῦ;

Categories
Mark

Mark 14:60

Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον, ἐπηρώτησε τὸν Ἰησοῦν, λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν;