Skip to the content
Καὶ ἐξῆλθε πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.
Καὶ ἠγέρθη εὐθὲως, καὶ ἄρας τὸν κράββατον, ἐξῆλθεν ἐναντίον πάντων· ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν Θεὸν, λέγοντας ὅτι Οὐδέποτε οὕτως εἴδομεν.
Σοὶ λέγω, ἔγειραι, καὶ ἆρον τὸν κράββατον σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας – λέγει τῷ παραλυτικῷ·
Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· Ἀφέωνταί σου αἱ ἁμαρτίαι ἢ εἰπεῖν· Ἔγειραι, καὶ ἆρον σου τὸν κράββατον καὶ περιπάτει;
* σου (1) | TR σοί
Καὶ εὐθὲως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ, ὅτι οὕτως αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς, εἶπεν αὐτοῖς· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
* TR omits αὐτοὶ
Τί οὗτος οὕτω λαλεῖ βλασφημὶας; τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς ὁ Θεός;
Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν·
Ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν, λέγει τῷ παραλυτικῷ· Τέκνον, ἀφέωνται σοι αἱ ἁμαρτίαι σου.
Καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν· καὶ ἐξορύξαντες χαλῶσι τὸν κράββατον, ἐφ’ ᾧ ὁ παραλυτικὸς κατέκειτο.