Categories
Luke

Luke 4:21

Ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς· ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.

Categories
Luke

Luke 4:20

Καὶ πτύξας τὸ βιβλίον, ἀποδοὺς τῷ ὑπηρέτῃ, ἐκάθισε· καὶ πάντων ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ.

Categories
Luke

Luke 4:19

κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτόν.

Categories
Luke

Luke 4:18

πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰὰσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει·

Categories
Luke

Luke 4:17

Καὶ ἐπεδόθη αὐτῷ βιβλίον Ἠσαΐου τοῦ προφήτου· καὶ ἀναπτύξας τὸ βιβλίον, εὗρε τὸν τόπον οὗ ἦν γεγραμμένον·

Categories
Luke

Luke 4:16

Καὶ ἦλθεν εἰς τὴν Ναζαρέτ, οὗ ἦν τεθραμμένος· καὶ εἰσῆλθε κατὰ τὸ εἰωθὸς αὐτῷ, ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, εἰς τὴν συναγωγήν· καὶ ἀνέστη ἀναγνῶναι.

Categories
Luke

Luke 4:15

Καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.

Categories
Luke

Luke 4:14

Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν· καὶ φήμη ἐξῆλθε καθ’ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ.

 

SYNOPTIC GOSPELS

Matthew 4:12

Ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.

Now when Jesus heard that John had been arrested, he departed to Galilee.

Mark 1:14

Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦ·

Now after John was arrested, Jesus came to Galilee, preaching the gospel of the kingdom of God;

 

Categories
Luke

Luke 4:13

Καὶ συντελέσας πάντα πειρασμὸν ὁ Διάβολος, ἀπέστη ἀπ’ αὐτοῦ ἄχρι καιροῦ.

SYNOPTIC GOSPELS

Matthew 4:11

Τότε ἀφίησιν αὐτὸν ὁ Διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.

Then the Devil left him, and behold, angels came and ministered to him.

 

Categories
Luke

Luke 4:12

Καὶ ἀποκριθεὶς, εἶπεν αὐτῷ ὁ Ἰησοῦς· ὅτι εἴρηται· οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.

 

SYNOPTIC GOSPELS

Matthew 4:7

ἔφη αὐτῷ ὁ Ἰησοῦς· πάλιν γέγραπται, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.

Jesus said to him, “Again it is written, ‘You shall not tempt the LORD your God.’”