Categories
Luke

Luke 9:23

Ἔλεγε δὲ πρὸς πάντας· εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.

Categories
Luke

Luke 9:22

εἰπὼν· ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.

Categories
Luke

Luke 9:21

Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς, παρήγγειλε μηδενὶ εἰπεῖν τοῦτο,

Categories
Luke

Luke 9:20

Εἶπε δὲ αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς δὲ ὁ Πέτρος, εἶπε· τὸν χριστὸν τοῦ Θεοῦ.

Categories
Luke

Luke 9:19

Οἱ δὲ ἀποκριθέντες, εἶπον· Ἰωάννην τὸν βαπτιστήν. ἄλλοι δὲ Ἠλίαν. ἄλλοι δὲ, ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.

Categories
Luke

Luke 9:18

Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰμόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί· καὶ ἐπηρώτησεν αὐτοὺς, λέγων· τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι;

Categories
Luke

Luke 9:17

Καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες· καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.

Categories
Luke

Luke 9:16

Λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν, εὐλόγησεν αὐτοὺς, καὶ κατέκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς παρατιθέναι τῷ ὄχλῳ.

Categories
Luke

Luke 9:15

Καὶ ἐποίησαν οὕτω, καὶ ἀνέκλιναν ἅπαντας.

Categories
Luke

Luke 9:14

Ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. Εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντήκοντα.