Categories Acts Acts 3:26 Post author By luke Post date September 13, 2023 Ὑμῖν πρῶτον ὁ Θεὸς, ἀναστήσας τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.
Categories Acts Acts 3:25 Post author By luke Post date September 13, 2023 Ὑμεῖς ἐστε υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἡς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ἡμῶν, λέγων πρὸς Ἀβραάμ· καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.
Categories Acts Acts 3:24 Post author By luke Post date September 13, 2023 Καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς, ὅσοι ἐλάλησαν, καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας.
Categories Acts Acts 3:23 Post author By luke Post date September 13, 2023 Ἔσται δὲ, πᾶσα ψυχὴ, ἥτις ἐὰν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ.
Categories Acts Acts 3:22 Post author By luke Post date September 13, 2023 Μωσῆς μὲν γὰρ πρὸς τούς πατέρας εἶπεν· ὅτι προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.
Categories Acts Acts 3:21 Post author By luke Post date September 13, 2023 ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος πάντων τῶν ἁγίων αὐτοῦ προφητῶν ἀπ’ αἰῶνος.
Categories Acts Acts 3:20 Post author By luke Post date September 13, 2023 καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν Χριστόν Ἰησοῦν,
Categories Acts Acts 3:19 Post author By luke Post date September 13, 2023 Μετανοήσατε οὖν καὶ ἐπιστρέψατε, εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας· ὅπως ἄν ἔλθωσι καιροί ἀναψύξεως ἀπό προσώπου τοῦ Κυρίου,
Categories Acts Acts 3:18 Post author By luke Post date September 13, 2023 Ὁ δὲ Θεὸς ἃ προκατήγγειλε διὰ στόματος πάντων τῶν προφητῶν αὐτοῦ, παθεῖν τὸν Χριστὸν, ἐπλήρωσεν οὕτω.
Categories Acts Acts 3:17 Post author By luke Post date September 13, 2023 Καὶ νῦν, ἀδελφοί, οἶδα, ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν.