Categories Acts Acts 3:19 Post author By luke Post date September 13, 2023 Μετανοήσατε οὖν καὶ ἐπιστρέψατε, εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας· ὅπως ἄν ἔλθωσι καιροί ἀναψύξεως ἀπό προσώπου τοῦ Κυρίου,
Categories Acts Acts 3:18 Post author By luke Post date September 13, 2023 Ὁ δὲ Θεὸς ἃ προκατήγγειλε διὰ στόματος πάντων τῶν προφητῶν αὐτοῦ, παθεῖν τὸν Χριστὸν, ἐπλήρωσεν οὕτω.
Categories Acts Acts 3:17 Post author By luke Post date September 13, 2023 Καὶ νῦν, ἀδελφοί, οἶδα, ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν.
Categories Acts Acts 3:16 Post author By luke Post date September 13, 2023 Καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ· καὶ ἡ πίστις ἡ δι’ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
Categories Acts Acts 3:15 Post author By luke Post date September 13, 2023 τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.
Categories Acts Acts 3:14 Post author By luke Post date September 13, 2023 Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν,
Categories Acts Acts 3:13 Post author By luke Post date September 13, 2023 Ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς μὲν παρεδώκατε, καὶ ἠρνήσασθε αὐτόν κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν.
Categories Acts Acts 3:12 Post author By luke Post date September 13, 2023 Ἰδὼν δὲ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ; ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;
Categories Acts Acts 3:11 Post author By luke Post date September 13, 2023 Κρατοῦντος δὲ τοῦ ἰαθἐντος χωλοῦ τὸν Πέτρον καὶ Ἰωάννην, συνέδραμε πρὸς αὐτοὺς πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος, ἔκθαμβοι.
Categories Acts Acts 3:10 Post author By luke Post date September 13, 2023 ἐπεγίνωσκον τε αὐτὸν, ὅτι οὑτὸς ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ· καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.