Categories
Matthew

Matthew 12:16

καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν·

Categories
Matthew

Matthew 12:15

Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν, καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας,

Categories
Matthew

Matthew 12:14

Οἱ δὲ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ’ αὐτοῦ ἐξελθόντες, ὅπως αὐτὸν ἀπολέσωσιν.

Categories
Matthew

Matthew 12:13

Τότε λέγει τῷ ἀνθρώπῳ· ἔκτεινόν τὴν χεῖρά σου· καὶ ἐξέτεινε· καὶ ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.

Categories
Matthew

Matthew 12:12

Πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου; ὥστε ἔξεστι τοῖς Σάββασι καλῶς ποιεῖν.

Categories
Matthew

Matthew 12:11

Ὁ δὲ εἶπεν αὐτοῖς· τίς ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς Σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ;

Categories
Matthew

Matthew 12:10

Καὶ ἰδού ἄνθρωπος ἦν τὴν χεῖρα ἔχων ξηράν. καὶ ἐπηρώτησαν αὐτὸν, λέγοντες· εἰ ἔξεστι τοῖς Σάββασι θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ.

Categories
Matthew

Matthew 12:9

Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν.

Categories
Matthew

Matthew 12:8

Κύριος γάρ ἐστιν τοῦ Σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.

Categories
Matthew

Matthew 12:7

Εἰ δὲ ἐγνώκειτε τί ἐστιν· Ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.