Categories
Author: Gospel According To Matthew
Categories
Matthew 20:32
Καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς, καὶ εἶπε· τί θέλετε ποιήσω ὑμῖν;
Categories
Matthew 20:31
Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ἔκραζον λέγοντες· ἐλέησον ἡμᾶς κύριε υἱὸς Δαυείδ.
Categories
Matthew 20:30
Καὶ ἰδού δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ἐλέησον ἡμᾶς κύριε υἱὸς Δαυείδ.
Categories
Matthew 20:29
Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς.
Categories
Matthew 20:28
ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
Categories
Matthew 20:27
Καὶ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω ὑμῶν δοῦλος·
Categories
Matthew 20:26
Οὐχ οὕτως δέ ἔσται ἐν ὑμῖν· ἀλλ’ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι, ἔσται ὑμῶν διάκονος·
Categories
Matthew 20:25
Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· οἴδατε, ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν.
Categories