Categories Mark Mark 6:36 Post author By mark Post date March 11, 2020 Ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας, ἀγοράσωσιν ἑαυτοῖς ἄρτους· τί γὰρ φάγωσιν οὐκ ἔχουσιν.
Categories Mark Mark 6:35 Post author By mark Post date March 11, 2020 Καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγουσιν· ὅτι ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή.
Categories Mark Mark 6:34 Post author By mark Post date March 11, 2020 Καὶ ἐξελθὼν εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.
Categories Mark Mark 6:33 Post author By mark Post date March 11, 2020 Καὶ εἶδον αὐτοὺς ὑπάγοντας· καὶ ἐπέγνωσαν αὐτὸν πολλοί· καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ, καὶ προῆλθον αὐτούς, καὶ συνῆλθον πρὸς αὐτὸν.
Categories Mark Mark 6:32 Post author By mark Post date March 11, 2020 Καὶ ἀπῆλθον εἰς ἔρημον τόπον τῷ πλοίῳ κατ’ ἰδίαν.
Categories Mark Mark 6:31 Post author By mark Post date March 11, 2020 Καὶ εἶπεν αὐτοῖς· δεῦτε ὑμεῖς αὐτοὶ κατ’ ἰδίαν εἰς ἔρημον τόπον, καὶ ἀναπαύεσθε ὀλίγον. Ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί· καὶ οὐδὲ φαγεῖν εὐκαίρουν.
Categories Mark Mark 6:30 Post author By mark Post date May 9, 2019 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.
Categories Mark Mark 6:29 Post author By mark Post date May 9, 2019 Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ, ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.
Categories Mark Mark 6:28 Post author By mark Post date May 9, 2019 Ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ· καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι, καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ· καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.
Categories Mark Mark 6:27 Post author By mark Post date May 9, 2019 Καὶ εὐθὲως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα, ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ.