Categories
Mark

Mark 9:25

Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος, ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ· τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν, ἐγὼ σοι ἐπιτάσσω· ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.

Categories
Mark

Mark 9:24

Καὶ εὐθὲως κράξας ὁ πατὴρ τοῦ παιδίου, μετὰ δακρύων ἔλεγε· πιστεύω κύριε· βοήθει μου τῇ ἀπιστίᾳ.

Categories
Mark

Mark 9:23

Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι.

Categories
Mark

Mark 9:22

Καὶ πολλάκις αὐτὸν καὶ εἰς τὸ πῦρ ἔβαλε καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν. ἀλλ’ εἴ τι δύνασαι, βοήθησον ἡμῖν, σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς.

Categories
Mark

Mark 9:21

Καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ· πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; Ὁ δὲ εἶπε· παιδιόθεν.

Categories
Mark

Mark 9:20

Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν· καὶ ἰδὼν αὐτὸν, εὐθὲως τὸ πνεῦμα εσπάραξεν αὐτόν· καὶ πεσὼν ἐπὶ τῆς γῆς, ἐκυλίετο ἀφρίζων.

Categories
Mark

Mark 9:19

Ὁ δὲ ἀποκριθεὶς αὐτῷ, λέγει· ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με.

Categories
Mark

Mark 9:18

Καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν· καὶ ἀφρίζει, καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσι, καὶ οὐκ ἴσχυσαν.

Categories
Mark

Mark 9:17

Καὶ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου, εἶπε· διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον·

Categories
Mark

Mark 9:16

Καὶ ἐπηρώτησε τοῦς γραμματεῖς· τί συζητεῖτε πρὸς αὐτούς;