Categories
Author: mark
Categories
Mark 10:44
καὶ ὃς ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος.
Categories
Mark 10:43
Οὐχ οὕτω δέ ἔσται ἐν ὑμῖν· ἀλλ’ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἐσται ὑμῶν διάκονος·
Categories
Mark 10:42
Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς, λέγει αὐτοῖς· οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν, κατακυριεύουσιν αὐτῶν· καὶ οἱ μεγάλοι αὐτῶν, κατεξουσιάζουσιν αὐτῶν.
Categories
Mark 10:41
Καὶ ἀκούσαντες οἱ δέκα, ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου.
Categories
Mark 10:40
Τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται.
Categories
Mark 10:39
Οἱ δὲ εἶπον αὐτῷ· δυνάμεθα. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω, πίεσθε· καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε·
Categories
Mark 10:38
Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καί τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι, βαπτισθῆναι;
Categories
Mark 10:37
Οἱ δὲ εἶπον αὐτῷ· δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμῶν σου καθίσωμεν ἐν τῇ δόξῃ σου.
Categories