Author: mark
καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν· καὶ εὐθὲως εἰσπορευόμενοι εἰς αὐτὴν, εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς ἀνθρώπων κεκάθικε· λύσαντες αὐτὸν ἀγάγετε.
Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἰερουσαλήμ, εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ,
Categories
Mark 10:52
Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ὕπαγε· ἡ πίστις σου σέσωκέ σε. Καὶ εὐθὲως ἀνέβλεψε, καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.
Categories
Mark 10:51
Καὶ ἀποκριθεὶς, λὲγει αὐτῷ ὁ Ἰησοῦς· τί θέλεις ποιήσω σοι; Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· ῥαββουνί, ἵνα ἀναβλέψω.
Categories
Mark 10:50
Ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ, ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν.
Categories
Mark 10:49
Καὶ στὰς ὁ Ἰησοῦς, εἶπεν αὐτόν φωνηθῆναι· καὶ φωνοῦσι τὸν τυφλὸν, λέγοντες αὐτῷ· θάρσει, ἔγειραι· φωνεῖ σε.
Categories
Mark 10:48
Καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυίδ, ἐλέησόν με.
Categories
Mark 10:47
Καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖος ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν· ὁ ὑιὸς Δαυὶδ, Ἰησοῦ, ἐλέησόν με.
Categories