Categories
Author: mark
Categories
Mark 11:22
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, λέγει αὐτοῖς· ἔχετε πίστιν Θεοῦ·
Categories
Mark 11:21
Καὶ ἀναμνησθεὶς ὁ Πέτρος, λέγει αὐτῷ· ῥαββί, ἴδε, ἡ συκῆ ἣν κατηράσω, ἐξήρανται.
Categories
Mark 11:20
Καὶ πρωῒ παραπορευόμενοι, εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.
Categories
Mark 11:19
Καὶ ὅτε ὀψὲ ἐγένετο, ἐξεπορεύετο ἔξω τῆς πόλεως.
Categories
Mark 11:18
Καὶ ἤκουσαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ὅτι πᾶς ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
Categories
Mark 11:17
Καὶ ἐδίδασκε, λέγων αὐτοῖς· οὐ γέγραπται· ὅτι ὁ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν; ὑμεῖς δὲ εποιήσατε αὐτὸν σπήλαιον λῃστῶν.
Categories
Mark 11:16
Καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ.
Categories
Mark 11:15
Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ· καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψε.
Categories