Categories
Mark

Mark 11:33

Καὶ ἀποκριθέντες, λέγουσι τῷ Ἰησοῦ· οὐκ οἴδαμεν. Καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς, λέγει αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Categories
Mark

Mark 11:32

Ἀλλ’ εἴπωμεν· ἐξ ἀνθρώπων· ἐφοβοῦντο τὸν λαόν· ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην, ὅτι ὄντως προφήτης ἦν.

Categories
Mark

Mark 11:31

Καὶ ἐλογίζοντο πρὸς ἑαυτοὺς, λέγοντες· ἐὰν εἴπωμεν· ἐξ οὐρανοῦ, ἐρεῖ· διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;

Categories
Mark

Mark 11:30

τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι.

Categories
Mark

Mark 11:29

Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς, εἶπεν αὐτοῖς· ἐπερωτήσω ὑμᾶς καὶ ἐγὼ ἕνα λόγον· καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·

Categories
Mark

Mark 11:28

καὶ λέγουσιν αὐτῷ· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι τὴν ἐξουσίαν ταύτην ἔδωκεν ἵνα ταῦτα ποιῇς;

Categories
Mark

Mark 11:27

Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι·

Categories
Mark

Mark 11:26

Εἰ δὲ ὑμεῖς οὖκ ἀφίετε, οὐδε ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφησεὶ τὰ παραπτώματα ὑμῶν.

Categories
Mark

Mark 11:25

Καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος· ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.

Categories
Mark

Mark 11:24

Διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα ἄν προσεύχομενοι αἰτῆσθε, πιστεύετε ὅτι λαμβάνετέ· καὶ ἔσται ὑμῖν.