Categories Mark Mark 12:10 Post author By mark Post date March 20, 2020 Οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε; Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
Categories Mark Mark 12:9 Post author By mark Post date March 20, 2020 Τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.
Categories Mark Mark 12:8 Post author By mark Post date March 20, 2020 Καὶ λαβόντες αὐτόν ἀπέκτειναν, καὶ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος.
Categories Mark Mark 12:7 Post author By mark Post date March 20, 2020 Ἐκεῖνοι δὲ οἱ γεωργοὶ εἶπον πρὸς ἑαυτοὺς· ὅτι οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.
Categories Mark Mark 12:6 Post author By mark Post date March 20, 2020 Ἔτι οὖν ἕνα υἱὸν ἔχων ἀγαπητὸν αὐτοῦ, ἀπέστειλε καὶ αὐτὸν πρὸς αὐτοὺς ἔσχατον, λέγων· ὅτι ἐντραπήσονται τὸν υἱόν μου.
Categories Mark Mark 12:5 Post author By mark Post date March 20, 2020 Καὶ πάλιν ἄλλον ἀπέστειλε· κἀκεῖνον ἀπέκτειναν· καὶ πολλοὺς ἄλλους, τοὓς μὲν δέροντες, τοὺς δὲ ἀποκτένοντες.
Categories Mark Mark 12:4 Post author By mark Post date March 20, 2020 Καὶ πάλιν ἀπέστειλε πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν, καὶ ἀπέστειλαν ἠτίμωμένον.
Categories Mark Mark 12:3 Post author By mark Post date March 20, 2020 Οἱ δὲ λαβόντες αὐτὸν ἔδειραν, καὶ ἀπέστειλαν κενόν.
Categories Mark Mark 12:2 Post author By mark Post date March 20, 2020 Καὶ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος.
Categories Mark Mark 12:1 Post author By mark Post date March 20, 2020 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγεῖν· ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος, καὶ περιέθηκε φραγμὸν, καὶ ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς· καὶ ἀπεδήμησε.