Categories
Mark

Mark 13:26

Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης.

Categories
Mark

Mark 13:25

καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.

Categories
Mark

Mark 13:24

Ἀλλ’ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,

Categories
Mark

Mark 13:23

Ὑμεῖς δὲ βλέπετε· ἰδοῦ, προείρηκα ὑμῖν πάντα.

Categories
Mark

Mark 13:22

Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται· καὶ δώσουσι σημεῖα καὶ τέρατα, πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.

Categories
Mark

Mark 13:21

Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· ἰδοὺ, ὧδε ὁ χριστός· ἢ ἰδού, ἐκεῖ· μὴ πιστεύετε·

Categories
Mark

Mark 13:20

Καὶ εἰ μὴ Κύριος ἐκολόβωσε τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο, ἐκολόβωσε τὰς ἡμέρας.

Categories
Mark

Mark 13:19

Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις, οἵα οὐ γέγονε τοιαύτη ἀπ’ ἀρχῆς κτίσεως ἣς ἔκτισεν ὁ Θεὸς, ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται.

Categories
Mark

Mark 13:18

Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἠ φυγὴ ὑμῶν χειμῶνος.

Categories
Mark

Mark 13:17

Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.