Categories Luke Luke 8:6 Post author By luke Post date March 31, 2020 καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη, διὰ τὸ μὴ ἔχειν ἰκμάδα·
Categories Luke Luke 8:5 Post author By luke Post date March 31, 2020 ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· καὶ ἐν τῷ σπείρειν αὐτὸν, ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό·
Categories Luke Luke 8:4 Post author By luke Post date March 31, 2020 Συνιόντος δὲ ὄχλου πολλοῦ, καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν, εἶπε διὰ παραβολῆς·
Categories Luke Luke 8:3 Post author By luke Post date March 31, 2020 καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου, καὶ Σωσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς.
Categories Luke Luke 8:2 Post author By luke Post date March 31, 2020 καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ’ ἡς δαιμόνια ἑπτὰ ἐξεληλύθει,
Categories Luke Luke 8:1 Post author By luke Post date March 31, 2020 Καὶ ἐγένετο ἐν τῷ καθεξῆς, καὶ αὐτὸς διώδευε κατὰ πόλιν καὶ κώμην, κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ οἱ δώδεκα σὺν αὐτῷ.
Categories Luke Luke 7:50 Post author By luke Post date March 30, 2020 Εἶπε δὲ πρὸς τὴν γυναῖκα· ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
Categories Luke Luke 7:49 Post author By luke Post date March 30, 2020 Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;
Categories Luke Luke 7:48 Post author By luke Post date March 30, 2020 Εἶπε δὲ αὐτῇ· ἀφέωνταί σου αἱ ἁμαρτίαι.
Categories Luke Luke 7:47 Post author By luke Post date March 30, 2020 Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί· ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.