Categories Luke Luke 7:46 Post author By luke Post date March 30, 2020 Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψε μου τοὺς πόδας.
Categories Luke Luke 7:45 Post author By luke Post date March 30, 2020 Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ, ἀφ’ ἡς εἰσῆλθον, οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας.
Categories Luke Luke 7:44 Post author By luke Post date March 30, 2020 Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας, καὶ ταῖς θριξὶ τὴς κεφαλῆς αὐτῆς ἐξέμαξε.
Categories Luke Luke 7:43 Post author By luke Post date March 30, 2020 Ἀποκριθεὶς δὲ ὁ Σίμων, εἶπεν· ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ· ὀρθῶς ἔκρινας.
Categories Luke Luke 7:42 Post author By luke Post date March 30, 2020 Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν, εἶπέ, πλεῖον αὐτόν ἀγαπήσει;
Categories Luke Luke 7:41 Post author By luke Post date March 30, 2020 Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.
Categories Luke Luke 7:40 Post author By luke Post date March 30, 2020 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπε πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὁ δέ φησι· διδάσκαλε, εἰπέ.
Categories Luke Luke 7:39 Post author By luke Post date March 30, 2020 Ἰδὼν δὲ ὁ φαρισαῖος ὁ καλέσας αὐτὸν, εἶπεν ἐν ἑαυτῷ, λέγων· οὗτος, εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ· ὅτι ἁμαρτωλός ἐστι.
Categories Luke Luke 7:38 Post author By luke Post date March 30, 2020 καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφε τῷ μύρῳ.
Categories Luke Luke 7:37 Post author By luke Post date March 30, 2020 Καὶ ἰδού, γυνὴ ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός, ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου·