Categories
Matthew

Matthew 27:21

Ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν, εἶπεν αὐτοῖς· τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἰπον· Βαραββᾶν.

Categories
Matthew

Matthew 27:20

Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν.

Categories
Matthew

Matthew 27:19

Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν.

Categories
Matthew

Matthew 27:18

ᾜδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.

Categories
Matthew

Matthew 27:17

Συνηγμένων οὖν αὐτῶν, εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· τίνα θέλετε ἀπολύσω ὑμῖν; Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν;

Categories
Matthew

Matthew 27:16

Εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Βαραββᾶν.

Categories
Matthew

Matthew 27:15

Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλω δέσμιον, ὃν ἤθελον.

Categories
Matthew

Matthew 27:14

Καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα· ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.

Categories
Matthew

Matthew 27:13

Τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι;

Categories
Matthew

Matthew 27:12

Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο.