Categories
Matthew

Matthew 12:11

Ὁ δὲ εἶπεν αὐτοῖς· τίς ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς Σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ;

Categories
Matthew

Matthew 12:10

Καὶ ἰδού ἄνθρωπος ἦν τὴν χεῖρα ἔχων ξηράν. καὶ ἐπηρώτησαν αὐτὸν, λέγοντες· εἰ ἔξεστι τοῖς Σάββασι θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ.

Categories
Matthew

Matthew 12:9

Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν.

Categories
Matthew

Matthew 12:8

Κύριος γάρ ἐστιν τοῦ Σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.

Categories
Matthew

Matthew 12:7

Εἰ δὲ ἐγνώκειτε τί ἐστιν· Ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.

Categories
Matthew

Matthew 12:6

λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε.

Categories
Matthew

Matthew 12:5

Ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ, ὅτι τοῖς Σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ Σάββατον βεβηλοῦσι, καὶ ἀναίτιοί εἰσι;

Categories
Matthew

Matthew 12:4

Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, ὃυς οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ’ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσι μόνοις;

Categories
Matthew

Matthew 12:3

Ὁ δὲ εἶπεν αὐτοῖς· Οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυεὶδ, ὅτε ἐπείνασε καὶ οἱ μετ’ αὐτοῦ;

Categories
Matthew

Matthew 12:2

Οἱ δὲ Φαρισαῖοι ἰδόντες, εἶπον αὐτῷ· Ἰδού, οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν ἐν Σαββάτῳ.