Categories
Matthew

Matthew 22:38

Αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή.

Categories
Matthew

Matthew 22:37

Ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.

Categories
Matthew

Matthew 22:36

διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;

Categories
Matthew

Matthew 22:35

καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων αὐτὸν, καὶ λέγων·

Categories
Matthew

Matthew 22:34

Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσε τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό·

Categories
Matthew

Matthew 22:33

Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

Categories
Matthew

Matthew 22:32

Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς, Θεὸς νεκρῶν, ἀλλὰ ζώντων.

Categories
Matthew

Matthew 22:31

Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος·

Categories
Matthew

Matthew 22:30

Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίζονται, ἀλλ’ ὡς ἄγγελοι τοῦ Θεοῦ ἐν οὐρανῷ εἰσι.

Categories
Matthew

Matthew 22:29

Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς, εἶπεν αὐτοῖς· πλανᾶσθε, μὴ εἰδότες τὰς γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ.