Categories
Category: Matthew
Gospel According To Matthew
Categories
Matthew 25:41
Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
Categories
Matthew 25:40
Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς, ἐρεῖ αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.
Categories
Matthew 25:39
Πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε;
Categories
Matthew 25:38
Πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν; ἢ γυμνὸν καὶ περιεβάλομεν;
Categories
Matthew 25:37
Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι, λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; ἢ διψῶντα, καὶ ἐποτίσαμεν;
Categories
Matthew 25:36
γυμνὸς καὶ περιεβάλετέ με· ἠσθένησα καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με.
Categories
Matthew 25:35
Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με·
Categories
Matthew 25:34
Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου·
Categories