Categories
Matthew

Matthew 26:56

Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες, ἀφέντες αὐτὸν ἔφυγον.

Categories
Matthew

Matthew 26:55

Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ’ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με.

Categories
Matthew

Matthew 26:54

Πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτω δεῖ γενέσθαι;

Categories
Matthew

Matthew 26:53

Ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων;

Categories
Matthew

Matthew 26:52

Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν, ἐν μαχαίρᾳ ἀποθανοῦνται.

Categories
Matthew

Matthew 26:51

Καὶ ἰδού εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασε τὴν μάχαιραν αὖτοῦ· καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἆφεῖλεν αὖτοῦ τὸ ὦτίον.

Categories
Matthew

Matthew 26:50

Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ἑταῖρε, ἐφ’ ᾧ πάρει; τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν.

Categories
Matthew

Matthew 26:49

Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπε· χαῖρε ῥαββί, καὶ κατεφίλησεν αὐτόν.

Categories
Matthew

Matthew 26:48

Ὁ δὲ παραδιδοὺς αὐτὸν, ἔδωκεν αὐτοῖς σημεῖον λέγων· ὃν ἂν φιλήσω αὐτός ἐστι· κρατήσατε αὐτόν.

Categories
Matthew

Matthew 26:47

Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδού Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.