Categories
Category: Matthew
Gospel According To Matthew
Categories
Matthew 26:75
Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ Ἰησοῦ, εἰρηκότος αὐτῷ, ὅτι πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω, ἔκλαυσε πικρῶς.
Categories
Matthew 26:74
Τότε ἤρξατο καταθεματίζειν, καὶ ὀμνύειν, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε.
Categories
Matthew 26:73
Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες, εἶπον τῷ Πέτρῳ· ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.
Categories
Matthew 26:72
Καὶ πάλιν ἠρνήσατο μεθ’ ὅρκου· ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον.
Categories
Matthew 26:71
Ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη· καὶ λέγει αὐτοῖς ἐκεῖ· καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.
Categories
Matthew 26:70
Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων λέγων· οὐκ οἶδα τί λέγεις.
Categories
Matthew 26:69
Ὁ δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.
Categories
Matthew 26:68
λέγοντες· προφήτευσον ἡμῖν Χριστέ, τίς ἐστιν ὁ παίσας σε;
Categories