Categories Mark Mark 3:5 Post author By mark Post date April 20, 2018 Καὶ περιβλεψάμενος αὐτοὺς μετ’ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· ἔκτεινον τὴν χεῖρα σου. Καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.
Categories Mark Mark 3:4 Post author By mark Post date April 20, 2018 Καὶ λέγει αὐτοῖς· Ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι, ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων.
Categories Mark Mark 3:3 Post author By mark Post date April 20, 2018 Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· Ἔγειραι εἰς τὸ μέσον.
Categories Mark Mark 3:2 Post author By mark Post date April 20, 2018 Καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν ἵνα κατηγορήσωσιν αὐτοῦ.
Categories Mark Mark 3:1 Post author By mark Post date April 20, 2018 Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν· καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα.
Categories Mark Mark 2:28 Post author By mark Post date April 19, 2018 Ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
Categories Mark Mark 2:27 Post author By mark Post date April 19, 2018 Καὶ ἔλεγεν αὐτοῖς· Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον.
Categories Mark Mark 2:26 Post author By mark Post date April 19, 2018 Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι; * Ἀβιαθὰρ ἀρχιερέως | TR Ἀβιαθὰρ τοῦ ἀρχιερέως
Categories Mark Mark 2:25 Post author By mark Post date April 19, 2018 Καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· Οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυίδ, ὅτε χρείαν ἔσχε, καὶ ἐπείνασεν αὐτός καὶ οἱ μετ’ αὐτοῦ;
Categories Mark Mark 2:24 Post author By mark Post date April 19, 2018 Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· Ἴδε, τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι;