Categories
Category: Mark
Categories
Mark 12:19
διδάσκαλε· Μωσῆς ἔγραψεν ἡμῖν, ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ, καὶ καταλίπῃ γυναῖκα, καὶ τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
Categories
Mark 12:18
Καὶ ἔρχονται σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι· καὶ ἐπηρώτησαν αὐτὸν, λέγοντες·
Categories
Mark 12:17
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπεν αὐτοῖς· ἀπόδοτε τὰ Καίσαρος, Καίσαρι· καὶ τὰ τοῦ Θεοῦ, τῷ Θεῷ. Καὶ ἐθαύμασαν ἐπ’ αὐτῷ.
Categories
Mark 12:16
Οἱ δὲ ἤνεγκαν. Καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; Οἱ δὲ εἶπον αὐτῷ· Καίσαρος.
Categories
Mark 12:15
Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν, εἶπεν αὐτοῖς· τί με πειράζετε; φέρετέ μοι δηνάριον, ἵνα ἴδω.
Categories
Mark 12:14
Οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις· ἔξεστι κῆνσον Καίσαρι δοῦναι, ἢ οὔ; δῶμεν, ἥ μή δῶμεν;
Categories
Mark 12:13
Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ.
Categories
Mark 12:12
Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι· καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπε· καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
Categories