Categories
Category: Luke
Categories
Luke 22:59
Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς, ἄλλος τις διϊσχυρίζετο, λέγων· ἐπ’ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν.
Categories
Luke 22:58
Καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν, ἔφη· καὶ σὺ ἐξ αὐτῶν εἶ. Ὁ δὲ Πέτρος εἴπεν· ἄνθρωπε, οὐκ εἰμί.
Categories
Luke 22:57
Ὁ δὲ ἠρνήσατο αὐτόν, λέγων· γύναι, οὐκ οἶδα αὐτὸν.
Categories
Luke 22:56
Ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς, καὶ ἀτενίσασα αὐτῷ, εἶπε· καὶ οὗτος σὺν αὖτῷ ἦν.
Categories
Luke 22:55
Ἁψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς, καὶ συγκαθισάντων αὐτῶν, ἐκάθητο ὁ Πέτρος ἐν μέσῳ αὐτῶν.
Categories
Luke 22:54
Συλλαβόντες δὲ αὐτὸν ἤγαγον, καὶ εἰσήγαγον αὐτὸν εἰς τὸν οἶκον τοῦ ἀρχιερέως. Ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
Categories
Luke 22:53
Καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ· ἀλλ’ αὕτη ὑμῶν ἐστὶν ἡ ὥρα, καὶ ἡ ἐξουσία τοῦ σκότους.
Categories
Luke 22:52
Εἶπε δὲ ὁ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων;
Categories