Categories
John

John 8:2

Ὄρθρου δὲ πάλιν βαθέως ἦλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν· καὶ καθίσας ἐδίδασκεν αὐτούς.

 

  • βαθέως | βαθέος
Categories
John

John 8:1

Καὶ ὁ Ἰησοῦς ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.

Categories
John

John 7:53

Καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ.

Categories
John

John 7:52

Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε, ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγηγέρται.

Categories
John

John 7:51

Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ’ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ;

Categories
John

John 7:50

Λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτὸν, εἷς ὢν ἐξ αὐτῶν·

Categories
John

John 7:49

Ἀλλ’ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοι εἰσι.

Categories
John

John 7:48

Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, ἢ ἐκ τῶν Φαρισαίων;

Categories
John

John 7:47

Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε;

Categories
John

John 7:46

Ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος ὡς οὗτος ὁ ἄνθρωπος.