Category: John
Ἡ δὲ εἶπεν· οὐδείς, κύριε. Καὶ ὁ Ἰησοῦς εἶπεν· οὐδὲ ἐγώ σε κρινῶ· πορεύου, καὶ ἀπὸ τοῦ νῦν μηκέτι ἁμάρτανε.
Ἀναβλέψας δὲ ὁ Ἰησοῦς εἶδεν αὐτὴν καὶ εἶπε γύναι· ποῦ εἰσιν οἱ κατήγοροί σου;
Καὶ ἐξῆλθον εἶς ἕκαστος αὐτῶν ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων καὶ κατελήφθη ὁ Ἰησοῦς καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα.
Καὶ πάλιν κάτω κύψας, ἔγραφεν εἰς τὴν γῆν ἑνὸς ἑκάστου αὐτῶν τὰς ἁμαρτίας.
Ὡς δὲ ἐπέμενον ἐπερωτῶντες αὐτόν, καὶ ἀναβλέψας λέγει αὐτοῖς· ὁ ἀναμάρτητος ὑμῶν πρῶτον λίθον βαλέτω ἐπ’ αὐτήν.
Τοῦτο δὲ εἶπον πειράζοντες, ἵνα ἔχωσι κατηγορίαν κατ’ αὐτοῦ· ὁ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ κατέγραφεν εἰς τὴν γῆν, μὴ προσποιούμενος.
Καὶ ἐν τῷ νόμῳ ἡμῶν Μωσῆς ἐνετείλατο τὰς τοιαύτας λιθάζειν· σὺ οὖν τί λέγεις περὶ αὐτῆς;
εἶπον πειράζοντες· διδάσκαλε, ταύτην εὕρομεν ἐπʹ αυτοφώρῳ μοιχευομένην.
Φέρουσι πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι γυναῖκα ἐπὶ μοιχείᾳ καταλήφθεισαν· καὶ στήσαντες αὐτὴν ἐπὶ τῷ μέσῳ,