Categories
Matthew

Matthew 22:23

Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἵ λέγοντες μὴ εἶναι ἀνάστασιν· καὶ ἐπηρώτησαν αὐτὸν,

Categories
Matthew

Matthew 22:22

Καὶ ἀκούσαντες ἐθαύμασαν· καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.

Categories
Matthew

Matthew 22:21

Λέγουσιν αὐτῷ· Καίσαρος. Τότε λέγει αὐτοῖς· ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.

Categories
Matthew

Matthew 22:20

Καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;

Categories
Matthew

Matthew 22:19

Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου· οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.

Categories
Matthew

Matthew 22:18

Γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπε· τί με πειράζετε ὑποκριταί;

Categories
Matthew

Matthew 22:17

Εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ;

Categories
Matthew

Matthew 22:16

Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν, λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων.

Categories
Matthew

Matthew 22:15

Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.

Categories
Matthew

Matthew 22:14

Πολλοὶ γάρ εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.