Categories Mark Mark 2:23 Post author By mark Post date April 19, 2018 Καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας.
Categories Mark Mark 2:22 Post author By mark Post date April 19, 2018 Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήσσει ὁ οἶνος ὁ νέοςτοὺς ἀσκούς, καὶ ὁ οἶνος ἐκχεῖται, καὶ οἱ ἀσκοί ἀπόλοῦνται· ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς βλητέον.
Categories Mark Mark 2:21 Post author By mark Post date April 19, 2018 Καὶ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιῤῥάπτει ἐπὶ ἱμάτίῳ παλαιῷ· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, και χεῖρον σχίσμα γίνεται.
Categories Mark Mark 2:20 Post author By mark Post date April 19, 2018 Ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραῖς.
Categories Mark Mark 2:19 Post author By mark Post date April 19, 2018 Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστι, νηστεύειν; Ὅσον χρόνον μεθ’ ἑαυτῶν ἔχουσι τὸν νυμφίον, οὐ δύνανται νηστεύειν.
Categories Mark Mark 2:18 Post author By mark Post date April 19, 2018 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσι;
Categories Mark Mark 2:17 Post author By mark Post date April 19, 2018 Καὶ ἀκούσας ὁ Ἰησοῦς, λέγει αὐτοῖς· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς εἰς μετάνοιαν.
Categories Mark Mark 2:16 Post author By mark Post date April 19, 2018 Καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν, ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· Τι ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει;
Categories Mark Mark 2:15 Post author By mark Post date April 19, 2018 Καὶ ἐγενέτο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τὦ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοὶ, καὶ ἠκολούθησαν αὐτῷ.
Categories Mark Mark 2:14 Post author By mark Post date April 19, 2018 Καὶ παράγων εἶδε Λευῒν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον· καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.