Categories
Mark

Mark 3:5

Καὶ περιβλεψάμενος αὐτοὺς μετ’ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν χεῖρα σου. Καὶ ἐξέτεινε· καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.

 

 

 

 

 

Categories
Mark

Mark 3:4

Καὶ λέγει αὐτοῖς· Ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι, ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων.

 

 

 

 

 

 

Categories
Mark

Mark 3:3

Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· Ἔγειραι εἰς τὸ μέσον.

 

 

 

Categories
Mark

Mark 3:2

Καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν ἵνα κατηγορήσωσιν αὐτοῦ.

 

 

 

Categories
Mark

Mark 3:1

Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν· καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα.

 

 

 

Categories
Mark

Mark 2:28

Ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.

 

 

Categories
Mark

Mark 2:27

Καὶ ἔλεγεν αὐτοῖς· Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον.

 

 

 

 

Categories
Mark

Mark 2:26

Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι;

 

*   Ἀβιαθὰρ ἀρχιερέως | TR Ἀβιαθὰρ τοῦ ἀρχιερέως

 

 

Categories
Mark

Mark 2:25

Καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· Οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυίδ, ὅτε χρείαν ἔσχε, καὶ ἐπείνασεν αὐτός καὶ οἱ μετ’ αὐτοῦ;

 

 

 

Categories
Mark

Mark 2:24

Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· Ἴδε, τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι;