Categories Mark Mark 6:6 Post author By mark Post date December 28, 2018 Καὶ ἐθαύμαζε διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγε τὰς κώμας κύκλῳ, διδάσκων.
Categories Mark Mark 6:5 Post author By mark Post date December 28, 2018 Καὶ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας, ἐθεράπευσε.
Categories Mark Mark 6:4 Post author By mark Post date December 28, 2018 Ἔλεγε δὲ αὐτοῖς ὁ Ἰησοῦς· Ὅτι οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τοῖς συγγενέσι, καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
Categories Mark Mark 6:3 Post author By mark Post date December 27, 2018 Οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς Μαρίας, ἀδελφὸς δὲ Ἰακώβου καὶ Ἰωσῆ καὶ Ἰούδα καὶ Σίμωνος; Καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.
Categories Mark Mark 6:2 Post author By mark Post date December 27, 2018 Καὶ γενομένου σαββάτου ἤρξατο ἐν τῇ συναγωγῇ διδάσκειν. Καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο, λέγοντες· Πόθεν τούτῳ ταῦτα; καὶ τίς ἡ σοφία ἡ δοθεῖσα αὐτῷ, καὶ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γινόνται;
Categories Mark Mark 6:1 Post author By mark Post date December 27, 2018 Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ· καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
Categories Mark Mark 5:43 Post author By mark Post date December 27, 2018 Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο· καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν.
Categories Mark Mark 5:42 Post author By mark Post date December 27, 2018 Καὶ εὐθὲως ἀνέστη τὸ κοράσιον, καὶ περιεπάτει· ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν ἐκστάσει μεγάλῃ.
Categories Mark Mark 5:41 Post author By mark Post date December 27, 2018 Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ· Ταλιθα κοῦμι· ὅ ἐστιμεθερμηνευόμενον· Τὸ κοράσιον σοὶ λέγω ἔγειραι.
Categories Mark Mark 5:40 Post author By mark Post date December 24, 2018 Καὶ κατεγέλων αὐτοῦ· Ὁ δὲ, ἐκβαλὼν πάντας, παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα, καὶ τοὺς μετ’ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον.